Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.174 Joseph. AJ 5.179 (English) >>Joseph. AJ 5.184

5.178οἱ δʼ οὔτε πολεμεῖν ὄντες ἱκανοὶ γῆν τε οὐκ ἔχοντες ἀρκοῦσαν πέμπουσιν ἐξ αὐτῶν πέντε ἄνδρας εἰς τὴν μεσόγειον κατοψομένους γῆν, εἰς ἣν μετοικήσαιντο. οἱ δʼ οὐ πόρρω τοῦ Λιβάνου ὄρους καὶ ἐλάσσονος Ἰορδάνου τῶν πηγῶν κατὰ τὸ μέγα πεδίον Σιδῶνος πόλεως ὁδὸν ἡμέρας μιᾶς προελθόντες καὶ κατασκεψάμενοι γῆν ἀγαθὴν καὶ πάμφορον σημαίνουσι τοῖς αὑτῶν· οἱ δʼ ὁρμηθέντες στρατῷ κτίζουσιν αὐτόθι πόλιν Δάνα ὁμώνυμον τῷ Ἰακώβου παιδὶ φυλῆς δʼ ἐπώνυμον τῆς αὐτῶν. 5.179

Τοῖς δʼ Ἰσραηλίταις προύβαινεν ὑπό τε ἀπειρίας τοῦ πονεῖν τὰ κακὰ καὶ ἀπὸ τῆς περὶ τὸ θεῖον ὀλιγωρίας· μετακινηθέντες γὰρ ἅπαξ τοῦ κόσμου τῆς πολιτείας ἐφέροντο πρὸς τὸ καθʼ ἡδονὴν καὶ βούλησιν ἰδίαν βιοῦν, ὡς καὶ τῶν ἐπιχωριαζόντων παρὰ τοῖς Χαναναίοις ἀναπίμπλασθαι κακῶν. 5.180ὀργίζεται τοίνυν αὐτοῖς θεὸς καὶ ἣν σὺν πόνοις μυρίοις εὐδαιμονίαν ἐκτήσαντο, ταύτην ἀπέβαλον διὰ τρυφήν. στρατεύσαντος γὰρ ἐπʼ αὐτοὺς Χουσαρσάθου τοῦ τῶν Ἀσσυρίων βασιλέως πολλούς τε τῶν παραταξαμένων ἀπώλεσαν καὶ πολιορκούμενοι κατὰ κράτος ᾑρέθησαν, 5.181εἰσὶ δʼ οἳ διὰ φόβον ἑκουσίως αὐτῷ προσεχώρησαν, φόρους τε τοῦ δυνατοῦ μείζονας ἐπιταγέντες ἐτέλουν καὶ ὕβρεις παντοίας ὑπέμενον ἕως ἐτῶν ὀκτώ, μεθʼ τῶν κακῶν οὕτως ἠλευθερώθησαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.174 Joseph. AJ 5.179 (English) >>Joseph. AJ 5.184

Powered by PhiloLogic